Follow by Email

Κυριακή, 13 Νοεμβρίου 2011

Προσευχη στον Ιησουν χριστον τον Ιατρο των ψυχων και των Σωματων ημων...

Ιησου γλυκυτατε,ψυχης εμης θυμηδια,Ιησου η καθαρσις,του νοος μου,Δεσποτα,πολυελεε,
      Ιησου σωσον με, Ιησου Σωτηρ μου,Ιησου μου παντοδυναμε,μη καταλιπης με,Σωτερ Ιησου με
ελεησον,και λυτρωσαι κολασεως,πασης ιησου,και αξιωσον,της των σωζομενων,μεριδος
    Ιησου μου το χορω των εκλεκτων σου με συνταξον,Ιησου φιλανθρωπε.
 Ιησου γλυκυτατε,των Αποστολων η δοξα,Ιησου μου καυχημα,των Μαρτυρων,
         Δεσποτα,παντοδυναμε,Ιησου σωσον με,Ιησου Σωτηρ μου,Ιησου μου ωραιοτατε,
τον σοι προστρεχοντα,Σωτερ Ιησου με ελεησον,πρεσβειαις της τεκουσης σε,παντων
Ιησου των Αγιων σου,Προφητων τε παντων,Σωτηρ μου Ιησου και της τρυφης τοτ Παραδεισου αξιωσον Ιησου φιλανθρωπε.
          Δοξα......
      Ιησου γλυκυτατε,των μοναζοντων το κλεος ιησου μακροθυμε, ασκητων εντρυφημα και
    καλλωπισμα.Ιησου σωσον με, Ιησου Σωτερ μου,ιησου μου υπεραγαθε,χειρος εξαρπασον,Σωτερ Ιησου με του δρακοντος,και τουτου των παγιδων νυν,Σωτερ Ιησου με ελευθερωσον,λακκου
κατωτατου,Σωτηρ μου, ιησου αναγαγων,και δεξιοις συναριθμησον,Ιησου προβατοις  με.
          Και νυν....Θεοτοκιον.
         Μη καταπιστευσης με,ανθρωπινη προστασια,Παναγια Δεσποινα,αλλα δεξαι
     δεησιν του ικετου σου.Θλιψις γαρ εχει με,φερειν ου δυναμαι,των δαιμονων
   τα τοξευματα.Σκεπην ου κεκτημαι,ουδε που προσφυγω ο αθλιος,παντοθεν πολεμουμενος
     και παραμυθιαν ουκ εχω πλην σου.Δεσποινα του κισμου,ελπις και προστασια των πιστων,
     μη μου παριδης την δεησιν,το συμφερον ποιησον.

Δεν υπάρχουν σχόλια: